δεινὰ τυράννων λήματα καί πωςὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντεςχαλεπῶς ὀργὰς μεταβάλλουσιν.τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισινκρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοιςὀχυρῶς γ’ εἴη καταγηράσκειν.τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖντοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷλῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’οὐδένα καιρὸν δύναται θνητοῖς·μείζους δ’ ἄτας, ὅταν ὀργισθῇδαίμων οἴκοις, ἀπέδωκεν.ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰντᾶς δυστάνου Κολχίδος, οὐδέ πωἤπιος· ἀλλ’ ὦ γηραιά,λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰνἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσινδώματος· ἐπεί μοι φίλον κέκρανται.οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰνδέσποινα, φίλων οὐδενὸς οὐδὲνπαραθαλπομένα φρένα μύθοις.αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·διά μου κεφαλᾶς φλὸξ οὐρανίαβαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;φεῦ φεῦ· θανάτῳ καταλυσαίμανβιοτὰν στυγερὰν προλιποῦσα.—ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς·ἀχὰν οἵαν ἁ δύστανοςμέλπει νύμφα;—τίς σοί ποτε τᾶς ἀπλάτουκοίτας ἔρος, ὦ ματαία;σπεύσει θανάτου τελευτά·μηδὲν τόδε λίσσου.—εἰ δὲ σὸς πόσιςκαινὰ λέχη σεβίζει,κείνῳ τόδε· μὴ χαράσσου·—Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαντάκου δυρομένα σὸν εὐνάταν.