ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοιτούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμοςΚρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶςἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτοςφίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸςτοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγεινχρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβαςθεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξπελάσειε δόμοις, ὧν τ’ ἐπίνοιανσπεύδεις κατέχων πράξειας, ἐπεὶγενναῖος ἀνήρ,Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομενλιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·