Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδοςγονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονακαὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόροςγένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰςσπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,πειράσομαί σου προξενεῖν δίκαιος ὤν.τόσον γε μέντοι σοι προσημαίνω, γύναι·ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·