θανάτῳ θανάτῳ πάρος δαμείηνἁμέραν τάνδ’ ἐξανύσασα· μό-χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢγᾶς πατρίας στέρεσθαι.εἴδομεν, οὐκ ἐξ ἑτέρωνμῦθον ἔχω φράσασθαι·σὲ γὰρ οὐ πόλις, οὐ φίλων τιςᾤκτισεν παθοῦσανδεινότατον παθέων.ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστινμὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-ξαντα κλῇδα φρενῶν· ἐμοὶμὲν φίλος οὔποτ’ ἔσται.Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιονκάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . .παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.κἀμοί γε πάντων φίλτατος δορυξένων.ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;