τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇπροσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν,οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι,ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω·σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳφίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρηςαἱρῇ χρονίζων δωμάτων ἐξώπιος.νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται—γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.ἔρωτες ὑπὲρ μὲν ἄγανἐλθόντες οὐκ εὐδοξίανοὐδ’ ἀρετὰν παρέδωκανἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοιΚύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείηςἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.στέργοι δέ με σωφροσύνα,δώρημα κάλλιστον θεῶν·μηδέ ποτ’ ἀμφιλόγους ὀργὰςἀκόρεστά τε νείκηθυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροιςπροσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’ὀξύφρων κρίνοι λέχη γυναικῶν.ὦ πατρίς, ὦ δώματα, μὴδῆτ’ ἄπολις γενοίμαντὸν ἀμηχανίας ἔχουσαδυσπέρατον αἰῶν’,οἰκτροτάτων ἀχέων.