ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοιςτὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένηςεὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατατίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺςπαῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγεινπέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν,τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃλέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος·χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά μεγαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ,εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦντολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχοςπρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκαγῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλωνσέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρουςφῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίοςμηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.