ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίαςσώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονοςλόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασετόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίαςεἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸςγαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαινόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴνκαὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοιςὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοιςμήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέριἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλοςκαὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος.ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸςπολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερονἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος,καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶςκαὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτιπένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος,παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶνσπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοιςἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένοςεὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;