Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼνπρούδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη—παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖνἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι,ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθακακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι—δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖνδέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοιςἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶςδρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδωνἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σεἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις—καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖτεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφονἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖντὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.