οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκιςτραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχεινκούφως φερούσῃ κρεισσόνων βουλεύματα,λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός.κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲλέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ·ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα,πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένωνὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν·σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶκακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοιςἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃςμήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴκακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς,οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει;οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσωνπασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·ἐγώ τε γὰρ λέξασα κουφισθήσομαιψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοιταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτηνζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέραςσπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺςτὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμηνσὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·