χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖντοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμενγυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,κακῶν δὲ πάντων τέκτονες σοφώταται.ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’οὐκέτι πίστις ἄραρε·τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·ἔρχεται τιμὰ γυναικείῳ γένει·οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶντὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύραςὤπασε θέσπιν ἀοιδὰνΦοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνονἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχειπολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσαςμαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντουπέτρας· ἐπὶ δὲ ξένᾳναίεις χθονί, τᾶς ἀνάνδρουκοίτας ὀλέσασα λέκτρον,τάλαινα, φυγὰς δὲ χώραςἄτιμος ἐλαύνῃ.βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼςἙλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα.σοὶ δ’ οὔτε πατρὸς δόμοι,δύστανε, μεθορμίσασθαιμόχθων πάρα, τῶν τε λέκτρωνἄλλα βασίλεια κρείσσωνδόμοισιν ἐπέστα.