ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶνἐξευρήσεις;ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,Μήδεια, κακῶν ἐπόρευσε.κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοιςκαὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματαγῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέρανμεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺςθήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος,σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαιδόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμενσοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.εἶἑν·καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύουςξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβωμάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,