γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπωςμενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . .ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν.τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέρανκαὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα,παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴροὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρπέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν.τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι,εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦκαὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν·οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.δύστανε γύναι,φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.