ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως·τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους—μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν.συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένηνδράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι,ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.φεῦ φεῦ.οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρπαῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίαςφθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰδόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλονκρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρηνὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσινμισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόναἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοισιγησόμεσθα, κρεισσόνων νικώμενοι.λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶνὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·