ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖπόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίονζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδαστῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοιβίου τ’ ὄνησις καὶ φίλων συνουσία,ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαιπρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆμεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇπόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματοσιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέακακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶνφυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγουτοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.