καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαιμολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοιδαῖτες, τί μάτην τείνουσι βοήν;τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦδαιτὸς πλήρωμα βροτοῖσιν.ἰαχὰν ἄιον πολύστονον γόων,λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷτὸν ἐν λέχει προδόταν κακόνυμφον·θεοκλυτεῖ δ’ ἄδικα παθοῦσατὰν Ζηνὸς ὁρκίαν Θέμιν,ἅ νιν ἔβασενἙλλάδ’ ἐς ἀντίπορονδι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰνπόντου κλῇδ’ ἀπέραντον.Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶνσεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸςδύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶςστυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . .χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . .οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼςπικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδεψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίουχάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχειγυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇπόσιν πρίασθαι, δεσπότην τε σώματοςλαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖνἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶγυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένηνδεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,