ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμιλεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοιςἐνδησαμένα τὸν κατάρατονπόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’αὐτοῖς μελάθροις διακναιομένους,οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν.ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθηναἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.κλύεθ’ οἷα λέγει κἀπιβοᾶταιΘέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκωνθνητοῖς ταμίας νενόμισται;οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷδέσποινα χόλον καταπαύσει.—πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέρανἔλθοι μύθων τ’ αὐδαθέντωνδέξαιτ’ ὀμφάν;—εἴ πως βαρύθυμον ὀργὰνκαὶ λῆμα φρενῶν μεθείη,μήτοι τό γ’ ἐμὸν πρόθυμονφίλοισιν ἀπέστω.—ἀλλὰ βᾶσά νινδεῦρο πόρευσον οἴκωνἔξω· φίλα καὶ τάδ’ αὔδα.—σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσωδέσποιναν ἐμήν·μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω.καίτοι τοκάδος δέργμα λεαίνηςἀποταυροῦται δμωσίν, ὅταν τιςμῦθον προφέρων πέλας ὁρμηθῇ.σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺςτοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαιςἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοιςηὕροντο βίου τερπνὰς ἀκοάς·στυγίους δὲ βροτῶν οὐδεὶς λύπαςηὕρετο μούσῃ καὶ πολυχόρδοιςᾠδαῖς παύειν, ἐξ ὧν θάνατοιδειναί τε τύχαι σφάλλουσι δόμους.