ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲπαρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼγῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,λέαιναν, οὐ γυναῖκα, τῆς ΤυρσηνίδοςΣκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσιδάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος·ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμηνἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα.μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίονλόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατοοἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχητερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμουςΚρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλεικαὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί.