πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ,τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφουσεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεντὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνωνφονία τε Δίκη.τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,τοῦ ψευδόρκου καὶ ξειναπάτου;φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.στείχω, δισσῶν γ’ ἄμορος τέκνων.οὔπω θρηνεῖς· μένε καὶ γῆρας.ὦ τέκνα φίλτατα.μητρί γε, σοὶ δ’ οὔ.κἄπειτ’ ἔκανες;σέ γε πημαίνουσ’.ὤμοι, φιλίου χρῄζω στόματοςπαίδων ὁ τάλας προσπτύξασθαι.νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,τότ’ ἀπωσάμενος.δός μοι πρὸς θεῶνμαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’,οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶςκαὶ παιδοφόνου τῆσδε λεαίνης;ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαιτάδε καὶ θρηνῶ κἀπιθεάζω,μαρτυρόμενος δαίμονας ὥς μοιτέκνα κτείνασ’ ἀποκωλύειςψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,