δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸςἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ.τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρδίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναιθεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφοςἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας·καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπειςκαὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸςἝλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιοντὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.