φόβος ὑπ’ ἀνέρων.ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαντάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.μάταν μόχθος ἔρρει τέκνων,ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦκυανεᾶν λιποῦσα Συμπληγάδωνπετρᾶν ἀξενωτάταν ἐσβολάν;δειλαία, τί σοι φρενῶν βαρὺςχόλος προσπίτνει καὶ δυσμενὴςφόνος; ἀμείβεταιχαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ-δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.αἰαῖ.—ἀκούεις βοὰν ἀκούεις τέκνων;—ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.—οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;—οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ.παρέλθω δόμους; ἀρῆξαι φόνονδοκεῖ μοι τέκνοις.—ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.—ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.—τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα-ρος, ἅτις τέκνωνὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.—μίαν δὴ κλύω μίαν τῶν πάροςγυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸςδάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ·πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳτέκνων δυσσεβεῖ,ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται.τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦγυναικῶν λέχοςπολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένηΜήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ;