σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμοροςψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρπέλας, ποθεινὴ δακρύοισι συμφορά.καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶνδοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγωντούτους μεγίστην ζημίαν ὀφλισκάνειν.θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστεροςἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳκακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμουςοἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοιπαῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκναἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεντὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γελαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμωςφίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή.ἰὼ Γᾶ τε καὶ παμφαὴςἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰνὀλομέναν γυναῖκα, πρὶν φοινίαντέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶςἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν