κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμουςὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσινφράσουσα νύμφης συμφοράν· ἅπασα δὲστέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμουταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματοςδεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκοςθαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότωςσύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμηνἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασιςοὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρουἔσταζε κρατὸς συμπεφυρμένον πυρί,σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυγναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖννεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέραςκυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεντίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμαςπροσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνηςλεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,