σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖςδμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγοςσὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάραπαίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕποστέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματαλευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸςὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδοςλέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸςφυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν;ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμωνμακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθενλαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοιςλαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,ἄψυχον εἰκὼ προσγελῶσα σώματος.κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεταιστέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκιςτένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλινχωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνειθρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.καί τις γεραιὰ προσπόλων, δόξασά πουἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν,ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμαχωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄποκόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν