οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοιςγλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃκατατρυχομένους τὸν ἅπαντα χρόνον,πρῶτον μὲν ὅπως θρέψουσι καλῶςβίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροιςεἴτ’ ἐπὶ χρηστοῖςμοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.ἓν δὲ τὸ πάντων λοίσθιον ἤδηπᾶσιν κατερῶ θνητοῖσι κακόν·καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρονσῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνωνχρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαιδαίμων οὕτως, φροῦδος ἐς Ἅιδηνθάνατος προφέρων σώματα τέκνων.πῶς οὖν λύει πρὸς τοῖς ἄλλοιςτήνδ’ ἔτι λύπην ἀνιαροτάτηνπαίδων ἕνεκενθνητοῖσι θεοὺς ἐπιβάλλειν;φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχηνκαραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονοςστείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένονδείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐανλιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;ὄλωλεν ἡ τύραννος ἀρτίως κόρηΚρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταιςτὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίονλόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂντέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ