ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼπαῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲνύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα,δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμακαὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδεπατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπεινοἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.πολλάκις ἤδηδιὰ λεπτοτέρων μύθων ἔμολονκαὶ πρὸς ἁμίλλας ἦλθον μείζουςἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,ἣ προσομιλεῖ σοφίας ἕνεκεν·πάσαισι μὲν οὔ· παῦρον δὲ δὴγένος ἐν πολλαῖς εὕροις ἂν ἴσωςκοὐκ ἀπόμουσον τὸ γυναικῶν.καί φημι βροτῶν οἵτινές εἰσινπάμπαν ἄπειροι μηδ’ ἐφύτευσανπαῖδας, προφέρειν εἰς εὐτυχίαντῶν γειναμένων.οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνηνεἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸνπαῖδες τελέθουσ’ οὐχὶ τυχόντεςπολλῶν μόχθων ἀπέχονται·