γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθωτύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίωςτιμάσθω, σέβας ἐμπόρων.καί τις δοχμίαν κέλευθονἐκβαίνων τόδ’ ἐρεῖ·Αὕτα ποτὲ προύθαν’ ἀνδρός,νῦν δ’ ἐστὶ μάκαιρα δαίμων·χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσιφῆμαι.—καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχεινσιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουνἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυνγυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις.ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμηνσπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε,οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλινλέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών,ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγωνἔλθω, τύραννον Βιστόνων κατακτανών.πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ—τήνδε σοῖσι προσπολεῖν δόμοις.πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς·ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰςτιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,ὅθεν κομίζω τήνδε νικητήριαλαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦνἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονανικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲαἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν