ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶςἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας·ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου·ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ,ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼσῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοιξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν.οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασινἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσονπροσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι.ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένηἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιονεἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτινπροδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν·πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι,ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδιμορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας.οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτωνγυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον.δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶνἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτωνπηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ,ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην·χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴνἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτωνγυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε;