Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼθῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιοςἈσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸςκτείνω Κύκλωπας· καί με θητεύειν πατὴρθνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν.ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ,καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας.ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανονπαιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶἌδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν,ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους,πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα,οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεθανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος·ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεταιψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳθανεῖν πέπρωται καὶ μεταστῆναι βίου.ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ,λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμουςμέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο,φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.ἆ ἆ·τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρωνἀφοριζόμενος καὶ καταπαύων;οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτουδιακωλῦσαι, Μοίρας δολίῳσφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖχέρα τοξήρη φρουρεῖς ὁπλίσας,ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’αὐτὴ προθανεῖν Πελίου παῖς.θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.