αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασιπίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότινστένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ μεγάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοιγυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαιλεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν,ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳπέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ;στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλωνθανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόναἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;ἐγὼ καὶ διὰ μούσαςκαὶ μετάρσιος ᾖξα, καὶπλείστων ἁψάμενος λόγωνκρεῖσσον οὐδὲν Ἀνάγκαςηὗρον, οὐδέ τι φάρμακονΘρῄσσαις ἐν σανίσιν, τὰςὈρφεία κατέγραψενγῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκεφάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺςἔστιν οὔτε βρέτας θεᾶςἐλθεῖν, οὐ σφαγίων κλύει.μή μοι, πότνια, μείζωνἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ.καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ,σὺν σοὶ τοῦτο τελευτᾷ.καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον,οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθενκλαίων τοὺς φθιμένους ἄνω.καὶ θεῶν σκότιοι φθίνουσιπαῖδες ἐν θανάτῳ.φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν,φίλα δὲ καὶ θανοῦσ’ ἔσται,