ὤλετ’ ἐν δόμοισινμονόπαις· ἀλλ’ ἔμπαςἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,πολιὰς ἐπὶ χαίταςἤδη προπετὴς ὢνβιότου τε πόρσω.ὦ σχῆμα δόμων, πῶς εἰσέλθω;πῶς δ’ οἰκήσω μεταπίπτοντοςδαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·τότε μὲν πεύκαις σὺν Πηλιάσινσύν θ’ ὑμεναίοις ἔστειχον ἔσω,φιλίας ἀλόχου χέρα βαστάζων,πολυάχητος δ’ εἵπετο κῶμος,τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων,ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρωνὄντες ἀρίστων σύζυγες εἶμεν·νῦν δ’ ὑμεναίων γόος ἀντίπαλοςλευκῶν τε πέπλων μέλανες στολμοὶπέμπουσί μ’ ἔσωλέκτρων κοίτας ἐς ἐρήμους.παρ’ εὐτυχῆσοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’ἄλγος· ἀλλ’ ἔσωσαςβίοτον καὶ ψυχάν.ἔθανε δάμαρ, ἔλιπε φιλίαν·τί νέον τόδε; πολλοῖςἤδη παρέλυσενθάνατος δάμαρτας.φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστεροντοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμονλυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰςθρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας