αἰαῖ.—πέπονθας ἄξι’ αἰαγμάτων.ἒ ἔ.—δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . .φεῦ φεῦ.—τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς.ἰώ μοί μοι.—τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχουπρόσωπόν ἄντα λυπρόν.ἔμνησας ὅ μου φρένας ἥλκωσεν·τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖνπιστῆς ἀλόχου; μή ποτε γήμαςὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖνμέτριον ἄχθος·παίδων δὲ νόσους καὶ νυμφιδίουςεὐνὰς θανάτοις κεραϊζομέναςοὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνουςἀγάμους τ’ εἶναι διὰ παντός.—τύχα τύχα δυσπάλαιστος ἥκει·αἰαῖ.—πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης.ἒ ἔ.—βαρέα μὲν φέρειν, ὅμως δὲ . . .φεῦ φεῦ.—τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . .ἰώ μοί μοι.—γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέραπιέζει φανεῖσα θνατῶν.ὦ μακρὰ πένθη λῦπαί τε φίλωντῶν ὑπὸ γαῖαν.τί μ’ ἐκώλυσας ῥῖψαι τύμβουτάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνηςτῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον;δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰςτὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦχθονίαν λίμνην διαβάντε.ἐμοί τις ἦνἐν γένει, ᾧ κόρος ἀξιόθρηνος