ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει,τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,νῦν δεῖξον οἷον παῖδά σ’ ἡ ΤιρυνθίαἨλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίωςγυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμονἌλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶνΘάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶπίνοντα τύμβου πλησίον προσφαγμάτων.κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶςμάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεταιμογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃπρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτωΚόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμουςαἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνωἌλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε,καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸνεὐεργετῆσαι φῶτα γενναῖος γεγώς.ἰώ, στυγναὶπρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρωνμελάθρων. ἰώ μοί μοι. αἶ αἶ.ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;πῶς ἂν ὀλοίμαν;ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.ζηλῶ φθιμένους, κείνων ἔραμαι,κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.οὔτε γὰρ αὐγὰς χαίρω προσορῶνοὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·τοῖον ὅμηρόν μ’ ἀποσυλήσαςἍιδῃ Θάνατος παρέδωκεν.—πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.