πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας,στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκατοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶνμεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοιςἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομενοὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίανπένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;εἰ μή τι σός με δεσπότης ἐψεύσατο.ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπειςμελαμπέπλους κουράν τε.τίς δ’ ὁ κατθανών;μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε;ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦνκουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ μελέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλαςἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάραστεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,κακοῦ τοσούτου δώμασιν προκειμένου.