βασίλεαν πενθεῖν χρή μʼ, ἢ ζῶσ’ ἔτιφῶς τόδε λεύσσει Πελίου παῖςἌλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστηδόξασα γυνὴπόσιν εἰς αὑτῆς γεγενῆσθαι.—κλύει τις ἢ στεναγμὸν ἢχειρῶν κτύπον κατὰ στέγαςἢ γόον ὡς πεπραγμένων;—οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα-τίζεται ἀμφὶ πύλας. εἰγὰρ μετακύμιος ἄτας,ὦ Παιάν, φανείης.—οὔ τἂν φθιμένης γ’ ἐσιώπων.—νέκυς ἤδη.—οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων.—πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;—πῶς ἂν ἔρημον τάφον Ἄδμητοςκεδνῆς ἂν ἔπραξε γυναικός;—πυλῶν πάροιθε δ’ οὐχ ὁρῶπηγαῖον ὡς νομίζεταιχέρνιβ’ ἐπὶ φθιτῶν πύλαις.—χαίτα τ’ οὔτις ἐπὶ προθύροις το-μαῖος, ἃ δὴ νεκύων πέν-θει πίτνει· οὐ νεολαίαδουπεῖ χεὶρ γυναικῶν.—καὶ μὴν τόδε κύριον ἦμαρ . . .—τί τόδ’ αὐδᾷς;—ᾧ χρή σφε μολεῖν κατὰ γαίας.—ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.—χρὴ τῶν ἀγαθῶν διακναιομένωνπενθεῖν ὅστιςχρηστὸς ἀπ’ ἀρχῆς νενόμισται.—ἀλλ’ οὐδὲ ναυκληρίανἔσθ’ ὅποι τις αἴαςστείλας, ἢ Λυκίανεἴτ’ ἐπὶ τὰς ἀνύδρουςἈμμωνιάδας ἕδρας,δυστάνου παραλύσαιψυχάν· μόρος γὰρ ἀπότομοςπλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις