καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν.φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην.πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ,Εὐρυσθέως πέμψαντος ἵππειον μέταὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοιςβίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται.κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάριςδράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί.πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει·ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶνὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.—τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων;—τί σεσίγηται δόμος Ἀδμήτου;—ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς,ὅστις ἂν εἴποι πότερον φθιμένην