οὐκ ἔχω ἐπὶ τίναμηλοθύταν πορευθῶ.—μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦνὄμμασιν δεδορκὼςΦοίβου παῖς, προλιποῦσ’ἦλθεν ἕδρας σκοτίουςἍιδα τε πύλας·δμαθέντας γὰρ ἀνίστη,πρὶν αὐτὸν εἷλε διόβολονπλῆκτρον πυρὸς κεραυνίου.νῦν δὲ τίν’ ἔτι βίουἐλπίδα προσδέχωμαι;—πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,πάντων δὲ θεῶν ἐπὶ βωμοῖςαἱμόρραντοι θυσίαι πλήρεις·οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεταιδακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴεἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν.καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον;πεπρωμένη γὰρ ἡμέρα βιάζεται.οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα;κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.ἴστω νυν εὐκλεής γε κατθανουμένηγυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ.πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένηνγυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τιςπόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν;καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίανἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα