ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼνπίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξοἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοιςἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν·ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶνοὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομενδέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳτέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμηνοὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴνδέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦνμήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένονστυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολονεἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί.σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν,στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳδέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ.τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν;οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταταιτὴν αὔριον μέλλουσαν εἰ βιώσεται·τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέρανβίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶνΚύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοιςἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς