μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις;σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας.οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε.φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν.θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς.κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα.ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς,δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται.ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγοςνεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕποτὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν—ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.ἰὼ ἰώ. σχετλία τόλμης,ὦ γενναία καὶ μέγ’ ἀρίστη,χαῖρε· πρόφρων σὲ χθόνιός θ’ ἙρμῆςἍιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖπλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’Ἅιδου νύμφῃ παρεδρεύοις.πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸςξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους,οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένουκακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην.ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶνἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας.ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατοτὰ προστυχόντα ξένια, συμφορὰν μαθών,