ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγακακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦπατρὸς γεγῶτα γνησίως ἐλεύθερον;ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγουςῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμηνκἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν·οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον,παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν.σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴςἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις.πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύαςλείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα.τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ;μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ.χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαιχρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ.σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίανλέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος,ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶγυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοιςτοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός;σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖςψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶςἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά·παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύωντἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν.σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;