νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν;οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένημήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματοςμαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίουοὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖντοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατεγυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέραπατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοιπάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμοναπέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμονλείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸνγῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρωνπρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριντοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην.τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,οἳ γηροβοσκήσουσι καὶ θανόντα σεπεριστελοῦσι καὶ προθήσονται νεκρόν.οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί·τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼνσωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγωκαὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεταιθνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά·ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.