ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν τίθεται,πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰνἀλίμενον Πηλίου κρατύνει.καὶ νῦν δόμον ἀμπετάσαςδέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐνδώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲςἐκφέρεται πρὸς αἰδῶ.ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι·πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσταιθεοσεβῆ φῶτα κεδνὰ πράξειν.ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοιφέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν.καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶστείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇκόσμον φέροντας, νερτέρων ἀγάλματα.ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονοςγυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲνφέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸςἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦστερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίονγυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοιςεὖ σοι γένοιτο. φημὶ τοιούτους γάμουςλύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον,οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω.κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν