θύρας μεσαύλους· οὐ πρέπει θοινωμένουςκλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασαξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας;οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂνμείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ.καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν,δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα.πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ,οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταταιμέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλωνἠξίωσε ναίειν,ἔτλα δὲ σοῖσι μηλονόμαςἐν δόμοις γενέσθαι,δοχμιᾶν διὰ κλιτύωνβοσκήμασι σοῖσι συρίζωνποιμνίτας ὑμεναίους.σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντωνἁ δαφοινὸς ἴλα·χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,Φοῖβε, ποικιλόθριξνεβρὸς ὑψικόμων πέρανβαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,χαίρουσ’ εὔφρονι μολπᾷ.τοιγὰρ πολυμηλοτάτανἑστίαν οἰκεῖς παρὰ καλλίναονΒοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶνκαὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲνἀελίου κνεφαίαν