Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι.τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν.ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ.πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις.οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν.πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ.οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις.οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε;ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.φεῦ.εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον.ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους.αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους.χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν.μέθες με, καί σοι μυρίαν ἕξω χάριν.οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν.ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίουςξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσονσίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε