τί δρᾷς; προλείπεις;χαῖρʼ.ἀπωλόμην τάλας.βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.ἰώ μοι τύχας. μαῖα δὴ κάτωβέβακεν, οὐκέτ’ ἔστιν, ὦπάτερ, ὑφ’ ἁλίῳ.προλιποῦσα δ’ ἀμὸνβίον ὠρφάνισσε τλάμων.ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.ἐγώ σ’ ἐγώ, μᾶτερ,καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ-στόμασιν νεοσσός.τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼκαὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.νέος ἐγώ, πάτερ, λείπομαι φίλαςμονόστολός τε ματρός· ὦσχέτλια δὴ παθὼνἐγὼ ἐργὰ . .,σύ τέ μοι σύγκασι κούρασυνέτλας· ὦ πάτερ,ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρωςἔβας τέλος σὺν τᾷδʼ·ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,μᾶτερ, ὄλωλεν οἶκος.Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν·οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶνγυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδεπροσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι.ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,πάρεστε καὶ μένοντες ἀντηχήσατεπαιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶπένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγωκουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκαςπώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην.