αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύποςἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας·οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸντοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοιτιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.ὦ Πελίου θύγατερ,χαίρουσά μοι εἰν Ἀίδαο δόμοιςτὸν ἀνάλιον οἶκον οἰκετεύοις.ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳπηδαλίῳ τε γέρωννεκροπομπὸς ἵζει,πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίστανλίμναν Ἀχεροντίαν πορεύ-σας ἐλάτᾳ δικώπῳ.πολλά σε μουσοπόλοιμέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείανχέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις,Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥραςμηνός, ἀειρομέναςπαννύχου σελάνας,λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις.τοίαν ἔλιπες θανοῦσα μολ-πὰν μελέων ἀοιδοῖς.εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη,δυναίμαν δέ σε πέμψαιφάος ἐξ Ἀίδα τεράμνωνκαὶ Κωκυτοῖο ῥεέθρωνποταμίᾳ νερτέρᾳ τε κώπᾳ.σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν,σὺ τὸν αὑτᾶςἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαιψυχᾶς ἐξ Ἅιδα. κούφα σοιχθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τικαινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴηστυγηθεὶς τέκνοις τε τοῖς σοῖς.ματέρος οὐ θελούσαςπρὸ παιδὸς χθονὶ κρύψαιδέμας, οὐδὲ πατρὸς γεραιοῦ,ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι,σχετλίω, πολιὰν ἔχοντε χαίταν.