δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάροςψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασιφοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλουςκἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσινὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύωνοὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρωνἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροιςσοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλαςπλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτεσοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳλυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατεπατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲγυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.βλέψον πρὸς αὐτοὺς βλέψον.οὐδέν εἰμ’ ἔτι.