ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόναἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲοὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριονοὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼκαὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴμόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτετόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦςοὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαιθεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸνπατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλταταψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρατοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίαςστεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτιοὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖναὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸνεἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέραςὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις