οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούωκαὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,ἀλλ’ ἄνα, τόλμα·σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·σὴν γὰρ φιλίαν σεβόμεσθα.Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆςψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν,θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον,καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σουσὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμηνἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦνσοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενεςκαὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲνθεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν·αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε·ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον—δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖςοὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳτοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοιςτοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα.καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν,