χθών, τὰν ἀρίστανγυναῖκα μαραινομέναν νόσῳκατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.οὔποτε φήσω γάμον εὐφραίνεινπλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεντεκμαιρόμενος καὶ τάσδε τύχαςλεύσσων βασιλέως, ὅστις ἀρίστηςἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτοντὸν ἔπειτα χρόνον βιοτεύσει.Ἅλιε καὶ φάος ἁμέρας,οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.γαῖά τε καὶ μελάθρων στέγαινυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·νεκύων δὲ πορθμεὺςἔχων χέρ’ ἐπὶ κοντῷ Χάρωνμ’ ἤδη καλεῖ· Τί μέλλεις;ἐπείγου· σὺ κατείργεις. τάδε τοί μεσπερχόμενος ταχύνει.οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίανἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—νεκύων ἐς αὐλάν,ὑπ’ ὀφρύσι κυαναυγέσιβλέπων πτερωτός—αἵδας.μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-λαιότατα προβαίνω.οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶκαὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.μέθετε μέθετέ μ’ ἤδη.κλίνατʼ, οὐ σθένω ποσίν·πλησίον Ἅιδας.σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.τέκνα, τέκνʼ, οὐκέτι δὴοὐκέτι μάτηρ σφῷν ἔστιν.χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.