ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχαναζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.παρειμένη δέ, χειρὸς ἄθλιον βάροςὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτιβλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίουὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται.ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.— ἰὼ Ζεῦ, τίς ἂν πῶς πᾷ πόρος κακῶνγένοιτο καὶ λύσις τύχαςἃ πάρεστι κοιράνοις;—αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα,καὶ μέλανα στολμὸν πέπλωνἀμφιβαλώμεθ’ ἤδη;—δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμωςθεοῖσιν εὐχώμεσθα· θεῶνγὰρ δύναμις μεγίστα.—ὦναξ Παιάν,ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν.—πόριζε δὴ πόριζε· καὶ πάρος γὰρτοῦδ’ ἐφεῦρες, καὶ νῦνλυτήριος ἐκ θανάτου γενοῦ,φόνιον δ’ ἀπόπαυσον Ἅιδαν.— παπαῖὦ παῖ Φέρητος, οἷ’ ἔπρα-ξας δάμαρτος σᾶς στερείς.—αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε,καὶ πλέον ἢ βρόχῳ δέρηνοὐρανίῳ πελάσσαι;τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάτανγυναῖκα κατθανοῦσαν ἐνἄματι τῷδ’ ἐπόψῃ.—ἰδοὺ ἰδού,ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.—βόασον ὦ, στέναξον, ὦ Φεραία